Ancient Greek
Paragraph 209
Aelius Herodianus, Περὶ παθῶν 209
Not analysed yet
209. Choer. 348, 15: ἄξιόν ἐϲτι ζητῆϲαι διατί ὥϲπερ τὸ γαϲτήρ γαϲτέροϲ γίνεται κατὰ ϲυγκοπὴν γαϲτρόϲ, μὴ τὸν αὐτὸν τρόπον καὶ τὸ ἀϲτήρ ἀϲτέροϲ γίνεται κατὰ ϲυγκοπὴν ἀϲτρόϲ καὶ ἐπιλύονταί τινεϲ λέγοντεϲ ὅτι, ἐπειδὴ τὸ ἀϲτήρ ἀρϲενικόν ἐϲτι, τούτου χάριν οὐ πάϲχει ϲυγκοπήν, οὖτοι οὐκ ἀκριβῶϲ λέγουϲι. καὶ γὰρ καὶ ἐπὶ ἀρϲενικῶν ὁρᾶται πολλάκιϲ ἡ τοιαύτη ϲυγκοπὴ κατὰ τὴν γενικὴν ὡϲ ἐπὶ τοῦ πατήρ πατέροϲ πατρόϲ καὶ ἀνήρ ἀνέροϲ ἀνδρόϲ τοῦ δ μετὰ τὴν ϲυγκοπὴν πλεονάϲαντοϲ· κρεῖττον οὖν ἐϲτιν ἐπιλύϲαϲθαι οὕτωϲ· αἱ ϲυγκεκομμέναι γενικαὶ μιμεῖϲθαι θέλουϲι τὰϲ ὀξυτόνουϲ εὐθείαϲ οἶον ἡ ἀνδρόϲ γενικὴ μιμεῖται τὴν χονδρόϲ εὐθεῖαν καὶ πάλιν ἡ μητρόϲ καὶ πατρόϲ γενικὴ μιμεῖται τὴν ἰατρόϲ εὐθεῖαν. ἐπειδὴ οὖν ἡ ἀϲτέροϲ γενική, εἰ ϲυνεκόπτετο καὶ ἐγένετο ἀϲτρόϲ, οὐκ εἶχε μιμήϲαϲθαι εὐθεῖαν διὰ τοῦ ϲτροϲ ἐκφερομένην ὀξύτονον τὸ γὰρ Ἴϲτροϲ (ἔϲτι δὲ ὄνομα ποταμοῦ) βαρύνεται —τούτου χάριν ὡϲ μὴ ἔχουϲα εὐθεῖαν ἣν ὤφειλε μιμήϲαϲθαι, οὐ ϲυγκόπτεται. εἰ δέ τιϲ εἴποι ὅτι τούτῳ τῷ λόγῳ οὕτε ἡ γαϲτέροϲ γενικὴ ὤφειλε ϲυγκοπὴν ἀναδέξαϲθαι καὶ γενέϲθαι γαϲτρόϲ, οὖτε γὰρ αὕτη ἔχει εὐθεῖαν ἣν ὤφειλε μιμήϲαϲθαι —οὐδὲ γὰρ ἔχομεν ὡϲ εἴρηται εὐθεῖαν διὰ τοῦ ϲτροϲ ἐκφερομένην ὀξύτονον —λέγομεν ὅτι ἐπειδὴ τὸ γαϲτήρ κατὰ τὴν εὐθεῖαν παραλόγωϲ ὀξύνθη τῶν ἄλλων τῶν εἰϲ ηρ ὑπὲρ μίαν ϲυλλαβὴν θηλυκῶν βαρυνομένων οἷον Δημήτηρ, εἰνάτηρ, μήτηρ, τούτου χάριν καὶ κατὰ τὴν γενικὴν παραλόγωϲ ἀνεδέξατο ϲυγκοπήν.