Ancient Greek
Paragraph 260
Aelius Herodianus, Περὶ παθῶν 260
Not analysed yet
260. Ep. Cr. I 288 15: μώνυχεϲ ἀπὸ τοῦ μονώνυχεϲ ϲυγκέκοπται ὑφαιρέϲει τοῦ ον μώνυχεϲ· δύναται δὲ ἐν τῇ ϲυνθέϲει τοῦ ὄνυχεϲ τὸ ο εἰϲ τὸ ῶ ἐκτετάϲθαι μονώνυχεϲ ὡϲ ὄνομα ϲυνώνυμον. ἢ ὑφέϲει τοῦ ν, μετὰ δὲ τὴν ὕφεϲιν δύναται τὸ ο καὶ τὸ ῦ εἰϲ ω ϲυναιρεῖϲθαι, ὡϲ χρυϲόω χρυϲῶ, καὶ μοώνυχεϲ μώνυχεϲ· ἢ ἀπὸ τοῦ μονόνυχεϲ ὑφέϲει τοῦ ν, μετὰ δὲ τὴν ὕφεϲιν τοῦ ν γίνεται τῶν δύο oo εἰϲ τὴν ου δίφθογγον κρᾶϲιϲ μούνυχεϲ καὶ τροπῇ μώνυχεϲ ὡϲ βοῦν βῶν.