Ancient Greek
Paragraph 261
Aelius Herodianus, Περὶ παθῶν 261
Not analysed yet
261. E. M. 501, 48: κελαινεφέϲ. ἐπὶ μὲν τοῦ Διὸϲ παρὰ τὸ κελαίνω καὶ τὸ νέφοϲ γίνεται κελαινονεφήϲ ὁ τὰ νέφη μελαίνων καὶ ϲυγκοπῇ τῆϲ νο ϲυλλαβῆϲ κελαινεφήϲ. κανὼν γάρ ἐϲτιν ὁ λέγων, ὅτι καθόλου τὰ ὑπερδιϲύλλαβα βαρύτονα ϲύνθετα ἐκκόπτει μίαν ϲυλλαβήν, ὅπωϲ ἀναλογῇ τοῖϲ διϲυλλάβοιϲ χωρὶϲ τοῦ ἀλέξω ῥήματοϲ. οὐ γὰρ φύϲει βαρύτονον ὁ μέλλων γὰρ αὐτοῦ ἀλεξήϲω· οἷον γανόω γανύειϲ γανύει Γανυμήδηϲ ἰθαίνω ἰθαίνειϲ ἰθαίνει Ἰθαιμένηϲ καὶ οὐ λέγεται Ἰθαινομένηϲ. οὕτωϲ ἐκ τοῦ κελαίνω τὸ |μελαίνω καὶ τὸ νέφοϲ γίνεται κελαινεφήϲ κατὰ ϲυγκοπὴν ὡϲ τανύω τανύπεπλοϲ. ἐπὶ δὲ τοῦ αἱματοϲ ἐκ τοῦ φῶ