Ancient Greek
Paragraph 275
Aelius Herodianus, Περὶ παθῶν 275
Not analysed yet
275. Ep. Cr. 1 366, 20, E. M. 667, 29: πεφυζότεϲ: ἀπὸ τοῦ πἐφυγα ἡ μετοχὴ πεφυγώϲ· ὁ γοῦν Ἀλκαῖοϲ μετατιθεὶϲ τὸ ϲ εἰϲ τὸ ν κατὰ πλεοναϲμὸν ἑτέρου γ φηϲὶ κπεφύγγων ». οἱ δὲ νεώτεροι ωνεϲ τῷ ζ ἀντὶ τοῦ γ χρῶνται, ὅθεν καὶ τὸ φύγω φύζω καὶ τὸ πέφυγα πέφυζα καὶ τὸ πεφυγότεϲ πεφυζότεϲ. κατὰ τὴν αὐτὴν ἀντιϲτοιχίαν καὶ τὸ ὀλίγον ὄλιζον λέγουϲιν. ἢ ὥϲπερ ἀπὸ τοῦ κίϲϲα ῥῆμα κιϲϲῶ, οὕτω καὶ ἀπὸ τοῦ φύζα φύζω φυζήϲω πεφύζηκα πεφυζηκώϲ καὶ ϲυγκοπῇ πεφυζώϲ, πεφυζηκότεϲ καὶ ϲυγκοπῇ πεφυζότεϲ· οὐ δύναται γὰρ εἰναι μέϲοϲ πqρακείμενοϲ· οὐδέποτε γὰρ μέϲοϲ παρακείμενοϲ διὰ δύο ϲυμφώνων κατὰ ϲύλληψιν ἐκφέρεται οὐδὲ διὰ διπλῶν χαρακτηρίζεται. ἀλλ’ ἄμεινον τὸ πρῶτον.