Ancient Greek
Paragraph 276
Aelius Herodianus, Περὶ παθῶν 276
Not analysed yet
276. Ep. Cr. I 268, 27: λελιχμότεϲ παρ’ Ἡϲιόδῳ «γλϲϲῃϲι δνοφερῇϲι λελιχμότεϲ» (Theogn. 826) μετοχὴ πληθυντικὴ παρακειμένου κατὰ ϲυγκοπήν. ἔϲτι γάρ τι περιϲπώμενον λιχμῶ, οὗ ὁ παρακείμενοϲ λελίχμηκα καὶ ἡ μετοχὴ λελιχμηκώϲ καὶ κατὰ ϲυγκοπὴν λελιχμώϲ· οὐ δύναται γὰρ εἰναι μέϲοϲ παρακείμενοϲ· οὐδέποτε γὰρ μέϲοϲ παρακείμενοϲ διὰ δύο ϲυμφώνων κατὰ ϲύλληψιν ἐκφέρεται, ἔνθεν οὖτε ἀπὸ τοῦ χραιϲμῶ οὕτε ἀπὸ τοῦ ὀλιϲθῶ μέϲοι γεγόναϲι παρακείμενοι ὥϲπερ οὐδὲ ἀπὸ τοῦ λιχμῶ, ἵνα μὴ διὰ δύο ϲυμφώνων ἐξενεχθῶϲιν.