Ancient Greek
Paragraph 287b
Aelius Herodianus, Περὶ παθῶν 287b
Not analysed yet
287b. Choer. Dict. 596, 27 :ἑϲτηκα ὁ μέϲοϲ παρακείμενοϲ καὶ ὤφειλεν εἶναι ὁ μέϲοϲ ὑπερϲυντέλικοϲ ἑϲτήκειν, ῖνα ϲυνάρξηται τῷ μέϲῳ παρακειμένῳ, ἀλλ’ ἐγένετο εἱϲτήκειν διὰ τῆϲ ἑι διφθόγγου διὰ τὴν τοιαύτην ἰτίαν ἔϲτιν ὁ ἐνεϲτὼϲ τοῦ ἕϲτηκα ἑϲτήκω, ἐξ οὖ τὸ ἑϲτήξω ἑϲτήξειν «ω ἑϲτήξειν δὲ τὸ τεῖχοϲ ἐπ’ ἀρχαίοιϲι θεμέθλοιϲ» παρὰ Καλλιμάχῳ ἐν Πμνοιϲ (in Apollin. I5). τούτου, φημὶ δὴ τοῦ ἑϲτήκω ἐνε ϲτῶτοϲ, δεύτερον καὶ τρίτον πρόϲωπον ἑϲτήκειϲ ἑϲτήκει διὰ τοῦ ἤμελλε ϲυμπεϲεῖν τῷ δευτέρῳ καὶ τῷ τρίτῳ προϲώπου τοῦ ἑϲτήκειν ὑπερϲυντελίκου· ἱνα μὴ οὖν ϲυνεμπέϲῃ ὁ ὑπερϲυντέλικοϲ κατὰ τὸ δεύτερον καὶ τρίτον πρόϲωπον τῷ δευτέρῳ καὶ τρίτῳ προϲώπῳ τοῦ ἐνεϲτῶτοϲ, τούτου χάριν προϲλαμβάνει τὸ ι καὶ γίνεται εἱϲτήκειν εἱϲτήκειϲ εἱϲτήκει διὰ τῆϲ ει διφθόγγου.