Ancient Greek
Paragraph 288a
Aelius Herodianus, Περὶ παθῶν 288a
Not analysed yet
288a. ΙI. Pr. 8: πείρων: Πάμφιλοϲ περιϲπᾶ, λέγων τὴν πρόϲθεϲιν τοῦ ι μὴ ἐξαλλάϲϲειν τὸν τόνον εἰ δὲ περῶ οἰδεν ὁ ποιητὴϲ τὸ ῥῆμα καὶ περόωϲι (Od. z 272) καὶ «περάᾳ μέγα λαῖτμα» (Od. ε 174) δῆλον ὅτι καὶ πειρῶν. ὁ μέντοι Ἀρίϲταρχοϲ βαρύνων ἀναγινώϲκει ὡϲ κείρων. φηϲὶ γοῦν οὕτω γενόμενοϲ ἐπὶ τοῦ «παννυχίη μὲν ῥ’ ἥγε καὶ ἠῶ πεῖρε κέλευθον» (Od. β 34) τὸ πεῖρε διδάϲκει ἡμᾶϲ καὶ τὴν πείρων μετοχὴν βαρύνειν· ὡϲ γὰρ ἔκειρε κείρων οὕτωϲ ἔπειρε πείρων· εἰ γὰρ πεἦν ἆν ὁ παρατατικὸϲ ἐπείρα~. ἔϲτιν οὖν διττὸν τὸ ῥῆμα καὶ τὸ μὲν ϲὺν τῷ ι οὐ περιϲπαϲθήϲεται.