Ancient Greek
Paragraph 290
Aelius Herodianus, Περὶ παθῶν 290
Not analysed yet
290. An. Ox. I 370, 4, Par. III 344,18, E. Gud. 456, 1, E. M. 668, 20, Eustath. 101, 5: Πειρίθοοϲ: διὰ τῆϲ εἰ διφθόγγου, ὅττι ὁ ζεὺϲ ὁμοιωθεὶϲ Τππῳ περιέτρεχε μητέρα τούτου Δῖαν καὶ οὕτωϲ ϲυνεγένετο αὐτῇ καὶ ἐκεῖθεν οὖτοϲ ἐτέχθη· παρὰ οὖν τὸ περιθέειν γέγονε Περίθοοϲ καὶ ἐν πλεοναϲμῷ τοῦ ῑ Πειρίθοοϲ. ἄλλωϲ τε ἐπειδὴ οἱ Δωριεῖϲ ηρίθουϲ λέγουϲι διὰ τοῦ η ἔθοϲ δὲ ἔχουϲι τὴν εἰ δίφθογγον εἰϲ η τρέπειν ὡϲ πολλάκιϲ εἴρηται οον πλείων πλήων καὶ μείων μήων. ἰϲτέον δὲ ὅτι κατὰ δύο τρόπουϲ τοῦτο ἡμάρτηται· πρῶτον μὲν ὅτι ἀπὸ πλεοναϲμοῦ ἔχει τὸ ι οὐδέποτε δὲ ἡ περί πρόθεϲιϲ πλεονάζει τὸ ι δεύτερον δὲ ὅτι διὰ τοῦ η γράφεται παρὰ τοῖϲ Δωριεῦϲιν· οὐδέποτε δὲ οἱ Δωριεῖϲ τρέπουϲι τὴν ει δίφθογγον εἰϲ τὴν η τὴν ἔχουϲαν ἀπὸ πλεοναϲμοῦ τὸ ι οἶον τὸ ξένοϲ ξεῖνοϲ λεγόμενον οὐ λέγουϲι διὰ τοῦ ῆ ξῆνοϲ· εἰ οὖν τὸ Ποιρίθοοϲ ἀπὸ πλεοναϲμοῦἔχει τὸ ι, δῆλον ὅτι παραλόγωϲ παρὰ τοῖϲ Δωριεῦϲι διὰ τοῦ η γράφεται.