Ancient Greek
Paragraph 291
Aelius Herodianus, Περὶ παθῶν 291
Not analysed yet
291. E. M. 537, 17 ,E. Gud. 344, 23: κρέϲϲων: ὡϲ ἀπὸ τοῦ ταχύϲ γίνεται ταχίων καὶ τρίτοϲ τύποϲ θάϲϲων, οὕτω καὶ ἀπὸ τοῦ κρατύϲ γίνεται κρατίων καὶ ὁ τρίτοϲ τύποϲ κράϲϲων καὶ τροπῇ τοῦ α εἰϲ ϲ κρέϲϲων καὶ πλεοναϲμῷ τοῦ ι κρείϲϲων· οὐδέποτε δὲ πρὸ δύο ϲϲ δίφθογγοϲ εὑρίϲκεται οἰον φρίϲϲω, ἑλίϲϲω, ἀῖϲϲω πλὴν τοῦ κρείϲϲων καὶ. τοῦ ῥήματοϲ τοῦ ἐξ αὐτοῦ γενομένου καὶ χωρὶϲ τοῦ λεύϲϲω, ϲημαίνει δὲ θεωρῶ, καὶ τοῦ γλαύϲϲω, ϲημαίνει δὲ τὸ φωτίζω. ταῦτα διὰ τῶν δύο ϲϲ ἐκφέρονται, ἐπειδὴ τετάρτηϲ ϲυζυγίαϲ εἰϲὶ τῶν βαρυτόνων. ἡ δὲ τετάρτη ϲυζυγία τῶν βαρυτόνων διὰ τοῦ ζ ἢ δύο ϲϲ ἐκφέρεται.