Ancient Greek
Paragraph 34a
Aelius Herodianus, Περὶ παθῶν 34a
Not analysed yet
34a. E. M. 749, 23: ταί γε (Γ 5) ὄρθρον εὐθείαϲ τῶν πληθυντικῶν Δωρικῶϲ. λέγουϲι γάρ, ὅτι τὰ ϲύμφωνα, ἅπερ ἔχει ἡ εὐθεῖα τῶν δυϊκῶν, θέλει ἔχειν καὶ ἡ εὐθεῖα τῶν πληθυντικῶν, άχητε Λάχητεϲ, ὁμοίωϲ καὶ ἐπὶ ἄρθρων τὼ ξύλω, τὰ ξύλα. οὕτω καὶ τὰ Μούϲα ταὶ Μοῦϲαι καὶ τὰ ταί. τὸ δὲ «τοί κεν »(Β 346) ἐϲτὶ προτακτικὸν ἀντὶ ὑποτακτικοῦ. καὶ λέγουϲι πῶϲ ἐϲτιν; ἡ εὐθεῖα ὁ καὶ τὸ πληθυντικὸν κατώρθωϲεν. ἐγὼ δὲ ἡγοῦμαι, ὅτι πρῶτον τὸ παρ’ Ἰβύκῳ, δεύτερον τὸ παρὰ Ἀλκμᾶνι, τρίτον τὸ παρὰ Ὁμήρῳ κατὰ διάϲταϲιν. οὕτωϲ Ἡρωδιανὸϲ περὶ παθῶν.