Ancient Greek
Paragraph 35
Aelius Herodianus, Περὶ παθῶν 35
Not analysed yet
35. S. B. 685, 14: Χάλυβεϲ περὶ τὸν Πόντον ἔθνοϲ ἐπὶ τῷ ποταμῷ Θερμώδοντι. τούτουϲ Ὅμηρὸϲ Ἁλίζωνάϲ φηϲιν ἐν τῷ μετὰ τοὺϲ Παφλα`γόναϲ καταλόγῳ (Ιl. Β 856) αὐτὰρ Ἀλιζώνων Ὁδίοϲ καὶ Ἐπίϲτροφοϲ ἦρχον τηλόθεν ἐξ Ἀλύβων, ὅθεν ἀργύρου ἐϲτὶ γενέθλη. ἤτοι τῆϲ γραφῆϲ μετατεθείϲηϲ ἀπὸ τοῦ «τηλόθεν ἐκ Χαλύβηϲ» ἢ τῶν ἀνθρώπων πρῶτον Ἀλύβων λεγομένων ἀντὶ τοῦ Χαλύβων.