Ancient Greek
Paragraph 37a
Aelius Herodianus, Περὶ παθῶν 37a
Not analysed yet
37a. E. M. 520, 38: «κέκλυτέ μευ» (Γ 86) τὸ κλυ βραχύ· τὰ γὰρ προϲτακτικὰ τοῦ ἐνεϲτῶτοϲ βραχείᾳ θέλει παραλήγεϲθαι. ἔϲτι τῶν εἰϲ καὶ ἀλλήλοιϲί τε κεκλόμενοι» (Θ 346) πλεοναϲμῷ τοῦ κ. εἰ δὲ παρὰ τὸ καλῶ, οὐκ ἔϲτι πλεοναϲμόϲ, ἀλλὰ ἀναδιπλαϲιαϲμόϲ. ἔϲτι γὰρ κλῶ καὶ κατὰ ἀναδιπλαϲιαϲμὸν κέκλω. οὐ γὰρ μόνον διὰ τοῦ ι γίνονται ἀναδιπλαϲιαϲμοί, ἀλλὰ καὶ διὰ τοῦ ε μένω μνῶ μέμνω, φένω φνῶ πέφνω. οὕτωϲ Ἡρωδιανὸϲ ἐν τῷ περὶ παθῶν.