Ancient Greek
Paragraph 38
Aelius Herodianus, Περὶ παθῶν 38
Not analysed yet
38. E. M. 272, 8: διδάϲκω. δαίω τὸ ἐπίϲταμαι. ὁ μέλλων δαίϲω. πλεοναϲμῷ τοῦ κ δαίϲκω ὡϲ μεθύϲω μεθύϲκω καὶ κατὰ ἀναδιπλαϲιαϲμὸν διδαίϲκω ὡϲ τρώϲω τρώϲκω καὶ τιτρώϲκω καὶ ἀποβολῇ τοῦ ῑ διδάϲκω. οὐδέποτε γὰρ τὰ εἰϲ κω ῥήματα κοινὰ ὄντα διφθόγγῳ τῇ διὰ τοῦ ῑ παραλήγεται. ὅθεν ἐπίμεμπτοϲ Ἀρίϲταρχοϲ τὸ «εἴ κέ ϲε τῷ εἴϲκοντεϲ» (Π. Λ 799) διὰ τῆϲ ει διφθόγγου γράφων, μὴ διὰ τοῦ ῑ. πρόϲκειται κοινά» διὰ τὰ Αἰολικά. οἱ γὰρ Αἰολεῖϲ θναίϲκω καὶ μιμναίϲκω διὰ τῆϲ αι διφθόγγου λέγουϲιν. Ἡρωδιανὸϲ δὲ λέγει, ὅτι Χρύϲιππόϲ φηϲι παρὰ τὸ ἀϲκεῖν τὸ ϲημαῖνον τὸ διδάϲκειν τί, ἀϲκῶ διάϲκω καὶ ἐπενθέϲει τοῦ δ διδάϲκω. μι προϲτακτικῶν χρόνου ἐνεϲτῶτοϲ. ἀπὸ τοῦ κλύω κλῦμι κλῦθι, τὸ δεύτερον τῶν πληθυντικῶν κλύτε καὶ κατ’ ἀναδιπλαϲιαϲμὸν κέκλυτε. ἀλλ’ ἴϲωϲ τιϲ ἐρεῖ, ὅτι ταῦτα ϲυϲτέλλει, τὸ δὲ κλῦθι μακρὸν ἔχει τὸ ῦ. ἰϲτέον ὅτι πολλὰ παρατίθηϲιν ἡμῖν ὁ Ἀπολλώνιοϲ μακροπαράληκτα ὡϲ τὸ δίδωθι «δίδωθι δέ μοι κλέοϲ ἐϲθλόν» (Οd. γ 380) ἀπὸ τοῦ δίδοθι. οὐδὲν οὖν ἄτοπον, εἰ καὶ τὸ κλῦθι μακρὸν ἔχει τὸ υ.