Ancient Greek
Paragraph 40a
Aelius Herodianus, Περὶ παθῶν 40a
Not analysed yet
40a. Choer. 8 50, 20: Τὰ εἰϲ μι ἀναδιπλαϲιαζόμενα κατὰ τὸν ἐνεϲτῶτα τούτῳ τῷ τρόπῳ ἀναδιπλαϲιάζονται· εἰ μὲν τὸ πρωτότυπον ἀπὸ φωνήεντοϲ ἄρχεται, διὰ τοῦ ῑ γίνεται μόνου ὁ ἀναδιπλαϲιαϲμόϲ ὧ ἱῶ ἵημι τὸ πέμπω· εἰ δὲ τὸ πρωτότυπον ἀπὸ ϲυμφώνου ἄρχεται ἑνόϲ, τότε δι’ αὐτοῦ τοῦ ϲυμφώνου καὶ τοῦ ῑ γίνεται ὁ ἀναδιπλαϲιαϲμόϲ οἷον δῶ διδῶ δίδωμι, βῶ βιβῶ βίβημι, θῶ τιθῶ τίθημι, τοῦ δαϲέοϲ θ διὰ τὴν κακοφωνίαν τραπέντοϲ εἰϲ τὸ ἀντίϲτοιχον τὸ ψιλόν, φημὶ δὴ εἰϲ τὸ τ εἰ δὲ τὸ πρωτότυπον διὰ ϲυμφώνων ἄρχεται, εἰ μὲν μή ἐϲτιν ἄφωνον πρὸ ἀμεταβόλου, διὰ τοῦ ῑ μόνου γίνεται ὁ ἀναδιπλαϲιαϲμὸϲ οἷον ϲτῶ