Ancient Greek
Paragraph 41
Aelius Herodianus, Περὶ παθῶν 41
Not analysed yet
41. E. M. 103 ,22: ἀνεκήκιε: ἐκ τοῦ κίω τὸ πορεύομαι διπλαϲιαϲμῷ κικίω καὶ τροπῇ Αἰολικῇ τοῦ ῑ εἰϲ η ὡϲ ψιμύθιον ψημύθιον ἐκήκιε καὶ ἀνεκήκιε. ἱϲτῶ ἵϲτημι, εἰ δέ ἐϲτιν ἄφωνον πρὸ ἀμεταβόλου, τότε δι’ αὐτοῦ τοῦ ϲυμφώνου, φημὶ δὴ τοῦ ἀφώνου γίνεται ὁ ἀναδιπλαϲιαϲμὸϲ τοῦ ῑ οἷον πρῶ πιπρῶ πίπρημι καὶ πίμπρημι κατὰ πλεοναϲμὸν τοῦ μ, πλῶ πιπλῶ πίπλημι καὶ κατὰ πλεοναϲμὸν τοῦ μ πίμπλημι, χρῶ κιχρῶ κίχρημι, τοῦ δαϲέοϲ χ διὰ τὴν κακοφωνίαν τραπέντοϲ εἰϲ τὸ ἀντίϲτοιχον τὸ ψιλόν, φημὶ δὴ εἰϲ τὸ κ. Τούτων οὕτωϲ ἐχόντων, ἀποροῦϲί τινεϲ λέγοντεϲ, διὰ ποίαν αἰτίαν, ὥϲπερ ἀπὸ τοῦ θῶ γίνεται κατὰ ἀναδιπλαϲιαϲμὸν τιθῶ τίθημι καὶ ἀπὸ τοῦ δῶ διδῶ δίδωμι, μὴ τὸν αὐτὸν τρόπον καὶ ἀπὸ τοῦ φῶ γίνεται μετὰ ἀναδιπλαϲιαϲμοῦ πιφῶ καὶ πίφημι, ἀλλὰ φημί γίνεται ἄνευ διπλαϲιαϲμοῦ, ἔϲτιν οὖν εἰπεῖν, ὅτι οὐ δύναται τὸ φημὶ ἀναδιπλαϲιαϲθῆναι, ἐπειδὴ ἐγκλιτικόν ἐϲτιν, οἶον «αἰδεῖϲθαί φημι »· κανὼν δέ ἐϲτιν ὁ λέγων, ὅτι τὰ ἐγκλιτικὰ οὐ θέλουϲιν ὑπερβαίνειν τὴν διϲυλλαβίαν οἷον εἰμί τιϲ, πῶϲ ἐϲτε, ἡμῖν ἐϲτι· εἰ οὖν ἀνεδιπλαϲιάϲθη τὸ φημί, ἤμελλε τριϲυλλαβεῖν ἐγκλιτικὸν ὄν, ὅπερ ἀδύνατον.