Ancient Greek
Paragraph 417
Aelius Herodianus, Περὶ παθῶν 417
Not analysed yet
417. E. Or. 166, 29: ψιάδεϲ: ὁ Ἡρωδιανὸϲ ἐν τῷ περὶ παθῶν φηϲι, ψακάδεϲ ψαάδεϲ ψιάδεϲ κατὰ ἀποβολὴν καὶ μετάθεϲιν ὁ δὲ Φιλόξενόϲ φηϲιν, ὅτι ψῶ καὶ παραγωγὸν ψάϲω καὶ ψίω, ἀφ’ οὗ ψιάϲ ἡ κατὰ λεπτὸν τοῦ ὕδατοϲ ἔκδοϲιϲ ὡϲ λάμπω λαμπάϲ, ἴλλω ἰλλάϲ «ἰλλάϲιν οὐκ ἐθέλοντα βίῃ δήϲαντεϲ ἄγουϲιν» (Ν 572). ψῶ δὲ ῥῆμα, ἀφ’ οὐ τὸ ψᾶν. οὕτωϲ ἐν τῷ περὶ μονοϲυλλάβων ῥημάτων Φιλόξενοϲ.