Ancient Greek
Paragraph 418
Aelius Herodianus, Περὶ παθῶν 418
Not analysed yet
418. Ep. Cr. I 252: κεχαρηότα: οὐκ ἀπὸ τοῦ χαίρω, τούτου γὰρ δ παρακείμενοϲ κέχαρκα καὶ ὁ μέϲοϲ κέχηρα, οὔτε ἀπὸ τοῦ χαίρω χαιρήϲω. καὶ τούτου γὰρ ὁ παρακείμενοϲ κεχαιρηκώϲ· ἀλλὰ κρεῖττον λέγειν, ὅτι ἀπὸ τοῦ χαρῶ, ὅπερ γίνεται καθ’ ὑποϲτολὴν τοῦ ι τούτου ὁ παρακείμενοϲ κεχάρηκα ὡϲ ἀπὸ τοῦ βαρῶ βεβάρηκα, ἡ μετοχὴ κεχαρηκώϲ ὡϲ βεβαρηκώϲ, ἡ αἰτιατικὴ κεχαρηκότα ὑφέϲει τοῦ κ κεχαρηότα· τούτῳ δὲ τῷ χαρῶ ϲυνεχῶϲ κέχρηνται οἱ παλαιοί «ϲὺ δ’ οὖν ἐπειδὴ τοῦτο κεχάρηκαϲ ποιῶν »Ἀριϲτοφάνηϲ Ϲφηξίν (v. 764) ὡϲ οὖν ἀπὸ τοῦ βεβαρηκότα ὑφέϲεωϲ γινομένηϲ γίνεται βεβαρηότα, ἀφ’ οὖ κο δ’ ἦλλθον ονῳ βεβαρηότεϲ υlεϲ Ἀχαιῶν» (γ 139), τετληκώϲ τετληκότι ὑφέϲει τοῦ κ κτετληότι θυμῷ (δ 447) πέπτηκα πεπτηκώϲ κπεπτηὡϲ γὰρ ἔκειτο »(χ 362), οὕτωϲ οὖν καὶ ἀπὸ τοῦ κεχαρηκότα ὕφεϲιϲ ἐγένετο τοῦ κ. Ἰϲτέον δὲ ὅτι ἔc’ ὅτε κατὰ τὴν ὕφεϲιν τοῦ κ ϲυϲτολὴ ἐπηκολούθηϲεν, ἑϲτηκότοϲ κἑϲταότοϲ μὲν καλὸν ἀκούειν» (Ι 79) καὶ τῇ ὑφέϲει τοῦ κ ϲυϲτολὴ γίνεται τοῦ η ϲυϲτελλομένου εἴτε εἰϲ τὸ α εἴτε, εἰϲ τὸ ε· εἰϲ μὲν τὸ α οἷον βεβηκώϲ βεβηώϲ καὶ βεβαώϲ —τοῦ δὲ ἑϲταώϲ οὐκ οἶδε τὴν χρῆϲιν. περὶ πάθουϲ. εἰϲ δὲ ε ἑϲτηκώϲ ἑϲτηώϲ ἑϲτεώϲ κἑϲτεότα χ’ αὑτοῦ »διὰ τοῦ τεθνηκώϲ τεθνηώϲ τεθνεώϲ.