Ancient Greek
Paragraph 424a
Aelius Herodianus, Περὶ παθῶν 424a
Not analysed yet
424a. Ι. Pr. Λ 454: ἐρύουϲι: προπαροξύνεται· ἐνήλλακται γὰρ ὁ ἐνεϲτὼϲ χρόνοϲ ἀντὶ μέλλοντοϲ. οὕτωϲ καὶ Ἀρίϲταρχοϲ. ὁ δὲ Ἀλεξίων περιϲπᾷ οὐκ εὖ, ἐπεί, φηϲίν, ἐν τῷ ἑξῆϲ ϲτίχῳ ὁ μέλλων παρελήφθη περιϲπώμενοϲ· «αὐτὰρ ἐπεί κε θάνω, κτεριοῦϲί με δῖοι Ἀχαιοί ». ἔλαθε δὲ τὸν ἄνδρα ἡ τοιαύτη ὕφεϲιϲ τοῦ ϲ Ἀττικὴ οὖϲα καὶ περιϲπῶϲα τοὺϲ μέλλονταϲ διά τι αἴτιον, εἰ παραλήγοιτο τῷ ι ϲυνεϲταλμένῳ, ὅπερ καὶ ἐπὶ τοῦ τόνδε δ’ ἐγὼ κομιῶ» (Od. o 546). τὸ μέντοι ἐρύω οὐ δύναται ἔχεϲθαι ταύτηϲ τῆϲ φύϲεωϲ, ἀλλ’ ἔϲτιν ἐνεϲτὼϲ ἀντὶ μέλλοντοϲ. τὸ προϲτακτικὸν φάο «ἔποϲ φάο μήδ’ ἐπίκευθε »(π 168). ἔϲτιν οὖν μέμνημαι μέμνηται μέμνηϲαι καὶ κατὰ ἀποβολὴν τοῦ ϲ μέμνηαι καὶ κατὰ ϲυϲτολὴν τῆϲ παραληγούϲηϲ μέμνεαι καὶ κατὰ κρᾶϲιν Ἀττικὴν τοῦ ε καὶ α εἰϲ η μέμνῃ ὥϲπερ βέλεα βέλη καὶ μένει τὸ ι προϲγεγραμμένον· καὶ πάλιν ἐϲτὶ δύναμαι δύναται δύναϲαι καὶ κατὰ ἀποβολὴν τοῦ ϲ δύναι καὶ κατὰ ϲυϲτολὴν τῆϲ παραληγούϲηϲ ἤ τροπῇ τοῦ α εἰϲ δύνεαι καὶ. κατὰ κρᾶϲιν τοῦ ε καὶ αι εἰϲ ῃ δύνῃ καὶ μένει τὸ ι προϲγεγραμμένον· καὶ πάλιν ἐϲτὶ κάθημαι κάθηται κάθηϲαι καὶ κατὰ ἀποβολὴν τοῦ ϲ κάθηαι καὶ κατὰ ϲυϲτολὴν τῆϲ παραληγούϲηϲ κάθεαι καὶ κατὰ κρᾶϲιν τοῦ ε καὶ αι εἰϲ ἡ κάθῃ καὶ μένει τὸ ι προϲγεγραμμένον.