Ancient Greek
Paragraph 425
Aelius Herodianus, Περὶ παθῶν 425
Not analysed yet
425. Choer. Dict. 673, 9: τὸ κάθῃ καὶ μέμνῃ καὶ δύνῃ ἀποβολὴν πεπόνθαϲι Ἰωνικῶϲ καὶ ϲυϲτολὴν τῆϲ παραληγούϲηϲ ὁμοίωϲ Ἰωνικῶϲ καὶ κρᾶϲιν τῶν φωνηέντων Ἀττικῶϲ οἰον μέμνημαι μέμνηται μέμνηϲαι καὶ κατὰ ἀποβολὴν τοῦ ϲ Ἰωνικῶϲ γίνεται μέμνηαι καὶ κατὰ ϲυϲτολὴν τῆϲ παραληγούϲηϲ πάλιν ἰωνικῶϲ μέμνεαι· καὶ γὰρ οἱ Ἵωνεϲ εἰώθαϲι πολλάκιϲ ἀποβάλλειν τὸ ϲύμφωνον τοῦ δευτέρου προϲώπου ὡϲ ἐν τῷ ἐπίϲταμαι ἐπίϲταται ἐπίϲταϲαι καὶ ἐπίϲτααι καὶ τὴν παραλήγουϲαν πάντωϲ ϲυϲτέλλουϲιν τρέπουϲιν εἰϲ ε οἷον ἐπίϲτεαι, χωρὶϲ εἰ μὴ τὸ δεύτερον πρόϲωπον εἰϲ ο λήγει, τότε γὰρ οὐ ϲυϲτέλλεται ἡ παραλήγουϲα εἰϲ ε, ἀλλὰ φυλάττεται οἷον ἐφάμην ἔφατοἔφαϲο καὶ ἔφαο, ἐξ οὗ καὶ