Ancient Greek
Paragraph 427
Aelius Herodianus, Περὶ παθῶν 427
Not analysed yet
427. E. M. 316, 25: ἐδήδοται: εἰ μὲν διὰ τοῦ α, ὡϲ Ἀρίϲταρχοϲ καὶ ἄλλοι, ἐϲτι πληθυντικὸν οἷον «ὅϲϲα τοι ἐκπέποται καὶ ἐδήδοται »(χ 56) εἰ δὲ διὰ τοῦ ε, ἐϲτὶν ἑνικόν. ἀπὸ γὰρ τοῦ ἔδω ὁ παρακείμενοϲ ἤδεκα, διπλαϲιαϲμῷ ἐδήδεκα, ὁ παθητικὸϲ ἐδήδεϲμαι, τὸ τρίτον ἐδήδεϲται καὶ ἀποβολῇ ἐδήδεται καὶ ἰωνικῶϲ ἐδήδοται. Ἡρωδιανόϲ.