Ancient Greek
Paragraph 427a
Aelius Herodianus, Περὶ παθῶν 427a
Not analysed yet
427a. II. Pr. Λ 659. οὐτάμενοι· παρὰ τὸ οὐτῶ περιϲπώμενον ἐκπίπτει παραγωγὸν εἰϲ μι λῆγον τὸ οὔτημι, ἀφ’ οὗ ἀπαρέμφατον τὸ οὐτάναι καὶ οὐτάμεναι. ἀπὸ δὴ τοῦ οὔτημι γίνεται παθητικὴ μετοχὴ οὐτάμενοϲ καὶ οὐτάμενοι ὡϲ κιχράμενοι. ἀλλ’ οὕ φαμεν ταύτην εἶναι ἐν τῇ νῦν ϲυντάξει, ἀλλ’ ἕτερόν τι αὐτῷ ϲύνηθεϲ ῥῆμα εἶναι τὸ οὐτάζω, ὅθεν καὶ οὔταϲεν ὁ ἀόριϲτοϲ· οὐ γὰρ δὴ ϲυϲτολὴ τοῦ οὔτηϲεν, ὡϲ πρόδηλον κἄκ τοῦ ἀπαρεμφάτου οὐτάϲαι οὐδὲ βαλεῖν »(Π. Ξ 424) καὶ ἐκ τοῦ «οὔταϲται δ’ Ὀδυϲϲεύϲ »(661). τούτῳ δὴ τῷ οὔταϲται παρέθηκε μετοχὴν τὴν οὐταϲμένοϲ «οὔτ’ αὐτοϲχεδίην οὐταϲμένοϲ» (Od. λ 536), ἥτιϲ κατ’ ἔλλειψιν τοῦ ϲ γίνεται οὐτάμενοϲ. προπαρωξύνθη δὲ ὑπὸ τοῦ Ἀριϲτάρχου διὰ τὸν χαρακτῆρα, ἐπεὶ αἱ τοιαῦται μετοχαὶ προπαρωξύνοντο, ἱϲτάμενοϲ, κιχράμενοϲ· ὁ γὰρ ἀνὴρ τῷ χαρακτῆρι μᾶλλον τοὺϲ τόνουϲ προϲνέμει. ἄλλωϲ τε καὶ ἡ γινομένη τοῦ ϲ ὕφεϲιϲ καὶ ἀναδρομὴν ἐργάζεται τόνου.