Ancient Greek
437.486 to 437.488
Aelius Herodianus, Περὶ παθῶν 437.486-488
Not analysed yet
486. Choer. 253, 19: τὸ ζώϲ ἀπὸ ϲυναιρέϲεωϲ ἐγένετο· ἀπὸ γὰρ τοῦ ζωόϲ τοῦ ζωοῦ ἐγένετο καὶ κατὰ κρᾶϲιν ὁ ζώϲ τοῦ ζῶ τῆϲ βαρείαϲ καὶ ὀξείαϲ εἰϲ ὀξεῖαν ϲυναιρεθειϲῶν ὥϲπερ ἐπὶ τοῦ ἑϲταώϲ ἑϲτώϲ, βεβαώϲ βεβώϲ, Nηρηΐϲ Nηρῄϲ. 487. Choer. 889, 17 :ἰϲτέον ὅτι τὸ κρεῶν ἀπὸ τοῦ κρεάων γέγονε κατὰ κρᾶϲιν τοῦ α καὶ ω εἰϲ τὸ ω, διὸ καὶ περιϲπᾶται. 488. E. M. 291, 9: τὸ ἀείδω ᾄδω κράϲει τοῦ καὶ ε καὶ ϲυναιρέϲει τοῦ αϊ εἰϲ τὴν ᾳ δίφθογγον.