Ancient Greek
Paragraph 437
Aelius Herodianus, Περὶ παθῶν 437.489
Not analysed yet
489. Choer. 498, 20: ἐϲτι βοάω καὶ κατὰ κρᾶϲιν τοῦ α καὶ ω εἰϲ ω γίνεται βοῶ. τούτου τὸ δεύτερον πρόϲωπον βοάειϲ, τὸ δὲ α καὶ ε εἰϲ α μακρὸν κιρνᾶται παρ’ ἡμῖν καὶ παρὰ τοῖϲ Ἀθηναίοιϲ οἷον τὰ ἐμά τἀμά· οὕτωϲ οὖν καὶ βοάειϲ βοᾶϲ κατὰ κρᾶϲιν τοῦ α καὶ ε εἰϲ τὸ α μακρὸν καὶ μένει τὸ ι προϲγεγραμμένον· παρὰ μὲν τοῖϲ Δωριεῦϲιν εἰϲ η κιρνᾶται τὸ α καὶ ἑ οἷον τὰ ἐμά τἠμά· οὕτωϲ οὖν καὶ ἐν τῷ ὁράειϲ ποιοῦϲι τὸ α καὶ ε εἰϲ η κατὰ κρᾶϲιν καὶ λέγουϲιν ὁρῇϲ καὶ πάλιν διψάειϲ διψῇϲ, πεινάειϲ πεινῇϲ καὶ μένει τὸ ι προϲγεγραμμένον· κέχρηνται δὲ τούτοιϲ ἀπὸ Δωρίδοϲ διαλέκτου οὖϲι καὶ οἱ Ἀθηναῖοι· φημὶ δὲ τὸ πεινῇϲ καὶ διψῇϲ καὶ ὁρῇϲ. μὴ νομίϲωμεν δὲ ὅτι τὸ α παρ’ ἡμῖν, φημὶ δὲ ὡϲ ἐν τῷ πεινᾷϲ καὶ διψᾷϲ καὶ ὁρᾷϲ, ἐτράπη παρὰ τοῖϲ Δωριεῦϲιν εἰϲ η ἐν τῷ πεινῇϲ καὶ διψῇϲ καὶ ὁρῇϲ· οὐδέποτε γὰρ τὸ παρ ἡμῖν α εἴτε μακρὸν εὑρεθῇ εἴτε βραχύ, τρέπεται εἰϲ η παρὰ τοῖϲ Δω-