Ancient Greek
437.493 to 437.494
Aelius Herodianus, Περὶ παθῶν 437.493-494
Not analysed yet
493. E. M. 265, 12: Δημάδηϲ. ἀπὸ τοῦ Δημέαϲ γίνεται Δημεάδηϲ καὶ. κατὰ ϲυναίρεϲιν Δημάδηϲ καὶ ὤφειλεν εἰϲ η γενέϲθαι ἡ κρᾶϲιϲ, ἀλλὰ διὰ τὸν χαρακτῆρα εἰϲ α ἐγένετο. τὰ γὰρ εἰϲ δηϲ πατρωνυμικὰ ἢ τύπου πατρωνυμικοῦ ὄντα ἢ τῷ ι θέλει παραλήγεϲθαι ἢ τῷ α οἷον Πηλείδηϲ Αἰακίδηϲ, Εὐρυμάδηϲ, Πυλάδηϲ οὕτωϲ οὖν καὶ Δημάδηϲ. 494. Choer. 417, 11: ἔϲτι ϲπέοϲ ϲπέεοϲ ϲπέεϊ καὶ κατὰ κρᾶϲιν τῶν δύο εε εἰϲ η ϲπῆϊ «εὗρε δὲ ϲπῆϊ» (Ω 83) ὥϲπερ Ἡρακλέεοϲ Ἡρακλῆοϲ «τεῖχοϲ ἐϲ ἀμφίχυτον Ἡρακλῆοϲ θείοιο» (Υ 145).