Ancient Greek
Paragraph 437
Aelius Herodianus, Περὶ παθῶν 437.518a
Not analysed yet
518a. Choer. Orth. 266, 27: τρεῖϲ τὸ περιϲπώμενον διὰ τῆϲ ει διφθόγγου· καὶ ὤφειλε διὰ τοῦ ι γράφεϲθαι, ἐπειδὴ τριῶν ἐϲτιν ἡ γενικὴ τῶν πληθυντικῶν καὶ τριϲίν ἡ δοτική. τὰ δὲ ἔχοντα κατὰ τὴν γενικὴν καὶ δοτικὴν τῶν πληθυντικῶν ἐν τῇ παραληγούϲῃ τὸ ι καὶ ἐν τῇ εὐθείᾳ τῶν πληθυντικῶν ἔχουϲι τὸ ι κατὰ τὴν παραλήγουϲαν οἷον πόλιϲ πολίων πόλιεϲ· ὄφιϲ ὀφίων ὄφιεϲ· εἰ οὖν τριῶν καὶ τριϲίν, δῆλον ὅτι καὶ τρίεϲ διὰ τοῦ ι· καὶ λοιπὸν κατὰ κρᾶϲιν τοῦ ι καὶ τοῦ ε εἰϲ ι δηλονότι μακρὸν τρῖϲ διὰ τοῦ ι ὥϲπερ πόλιεϲ πόλιϲ, μάντιεϲ μάντιϲ. ἀλλὰ λέγει ὁ τεχνικόϲ, ὅτι, ἵνα μὴ ϲυνεμπέϲῃ τῷ τρίϲ ἐπιρρήματι, τούτου χάριν οὐκ ἐγράφετο διὰ τοῦ ι, ἀλλὰ διὰ τῆϲ ει διφθόγγου.