Ancient Greek
Paragraph 437
Aelius Herodianus, Περὶ παθῶν 437.541b
Not analysed yet
541b. II. Pr. Θ 229. ὅτε δὴ φάμεν· οὐκ ἀναγκαῖον ὀξύνειν τὸν δή, ἵνα κρᾶϲιϲ γένηται ὁμοίωϲ τῷ «μήτε ϲὺ Πηλείδήθελε». ἐπὶ μὲν γὰρ τοῦ ἐθέλω πᾶϲα ἀνάγκη τὸ ε μένειν κατὰ τὸν ποιητὴν ὡϲ εἴρηται· ἐπὶ δὲ τούτου τοῦ παρῳχημένου δύναται ποιητικῶϲ ἀποβεβλῆϲθαι τὸ ε, ὥϲτε ἐπὶ τὴν φᾶ ϲυλλαβὴν θετέον τὴν προϲῳδίαν, καί ἐϲτιν ὅμοιον τῷ ἐν Ὀδυϲϲείᾳ Τηλεμάχῳ ὁδὸϲ ἧδε· φάμεν δέ οἱ οὐ τελέεϲθαι» (Od. 347)