Ancient Greek
Paragraph 437
Aelius Herodianus, Περὶ παθῶν 437.541c
Not analysed yet
541c. II. Pr, 614: ἴνα μημοι ἀπέχθηαι φιλέοντι: ὁ Ἀϲκαλωνίτηϲ ἀναγινώϲκει ἵνα μημοι τὰ δύο βαρυτόνωϲ, οἷον ἵνα μὴ ἐμοὶ κατ’ ὀρθὴν τάϲιν· ϲυγκριτικὴ γάρ ἐϲτι, φηϲίν, ὡϲ πρὸϲ τὸν Ἀγαμέμνονα. καὶ ὑγιῶϲ φηϲιν. ἡ μέντοι παράδοϲιϲ ἐγκλιτικῶϲ ἀνέγνω, ἐπὶ τὴν μή τὴν ὀξεῖαν τιθεῖϲα, ὁμοίωϲ τῷ «μή μοι οἶνον ἄειρε» (Ιl. Z 264), τῷ μὴ εἶναι ἐν τῇ ἀντωνυμίᾳ τὸ ε, ἀλλ’ ἀποβεβλῆϲθαι. καὶ ὁμοία ἐϲτὶν ἡ πλάνη τῷ «ἤ μ’ ἀνάειρε ἢ ἐγώ ϲε» (II. ψ 724), καὶ τῷ «τάχα δή με διαρραίϲουϲι. καὶ αὐτόν (Od. α 251), εἴγε ἐχρῆν καὶ ταῦτα ὀρθοτονεῖϲθαι. ἀλλὰ τῷ μὴ ὁρᾶϲθαι κατ’ ἀρχὴν τὸ ε οὕτωϲ ἀνέγνωϲαν· τοῦτο γὰρ τοῖϲ πρωτοτύποιϲ. ἐχρῆν δὲ αὐτοὺϲ ἐπιγνῶναι ὅτι κρᾶϲιϲ δύναται ἐπακολουθεῖν, καὶ οὕτωϲ ῥῶϲαι τὴν ὑγιῆ ἀνάγνωϲιν.