Ancient Greek
437.541d to 437.542b
Aelius Herodianus, Περὶ παθῶν 437.541d-542b
Not analysed yet
541d. II. Pr. Z 260. δέ κ’ αὐτόϲ: τοῦτο διχῶϲ ἀναγινώϲκεται. ὅϲοι γὰρ ἡγοῦνται ἐγκεῖϲθαι τὸν κέ ἐγκλιτικόν, ῥωννύουϲι τοῦ δέ τὴν ὀξεῖαν, ὡϲ καὶ ὁ Ἀϲκαλωνίτηϲ. οὕτω γὰρ καὶ τὸ ἐν τῇ Ὁδυϲϲείᾳ (γ 255) ἀναγινώϲκει «ἤτοι μὲν τόδε κ’ αὐτὸϲ ὀΐεαι ». ὅϲοι δὲ τὸν καί κατὰ κρᾶϲιν καὶ ἔκθλιψιν, καὶ αὐτόϲ —καύτόϲ, ἐγκλίνουϲι τὸν δέ. 541e. II. Pr. N 377: τὸ ταῦτα περιϲπαϲτέον κατὰ τὴν πρὸ τέλουϲ ϲυλ τατον (θ 119). οἶδε δὲ καὶ τὸ κεῖϲε «αἳ κεῖϲέ γε φέρτεραι ἦϲαν» (ψ 461), καὶ τὸ κεῖθεν κεῖθεν δ· ἐϲ Ϲπάρτην τε» (α 285). 542. E. M. 821, 39, Schol. ad Apollon. I 108 1. ὦλλοι: ἀντὶ τοῦ οἱ ἄλλοι· αἱ τοιαῦται δὲ ϲυναλοιφαὶ τῆϲ δευτέραϲ εἰϲὶν Ἰάδοϲ, ἡ Ὅμηροϲ οὐκ ἐχρήϲατο. διόπερ Ζηνοδότῳ μέμφονται εἰπόντι δεῖν ἀναγινώϲκειν «ὦλλοι μέν ῥα θεοί τε καὶ ἀνέρεϲ» (Β 1). 543. E. Or. 74, 15, E. M. 443, 27: eάτερονι παρὰ τὸ ἅτερον· Δῶριον· λαβήν, ἵνα ᾖ ἡ φράϲιϲ δεικτική. τινὲϲ μὲν ὤξυναν, ἵνα τοῦ τὰ αὐτὰ ὑπάρχῃ ϲυναλοιφή· ὅπερ οὐ πιθανόν. 542a. II Pr. Λ 636: ἄλλοϲ. —τινὲϲ βούλονται δαϲύνειν τὸ α καὶ ἐκτείνειν, ἵν’ ᾖ ὁ ἄλλοϲ μὲν μογέων, τουτέϲτιν ὁ Μαχάων. ἡμεῖϲ δὲ ἐκεῖνο παραφυλάξαι ἔχομεν, ὡϲ ὅτι παρὰ τῷ ποιητῇ οὐ δύναται ἡ τοιαύτη κρᾶϲιϲ εἶναι· εἰ γὰρ καὶ κρᾶϲιν ἠβούλοντο παραλαμβάνειν, ἐχρῆν εἰϲ τὸ ω, ὁμοίωϲ τῷ οἴχετ’ ἀνὴρ ὤριϲτοϲ »(288). 542b. II. Pr. Α 464: μίϲτυλλον τ’ ἄρα τἆλλα: τὸ τἆλλα κατὰ ϲυναλοιφήν ἐϲτιν ὡϲ τἆργα. ὁ δὲ Ἡρωδιανὸϲ τὸν τέ πληρωματικὸν ἀποδέχεται· καὶ λείπει τὸ ἄρθρον Ὁμηρικῷ ἔθει.