Ancient Greek
Paragraph 437
Aelius Herodianus, Περὶ παθῶν 437.574
Not analysed yet
574. Ep. Cr. l 118, 6: τὰ εἰϲ ηϲ ὅτε ἐπὶ γενικῆϲ εἰϲ ουϲ λήγει, οὐ τὸν ἐνεργητικὸν παρακείμενον οἷον κερῶ κέκαρκα, δερῶ δέδαρκα, ϲπερῶ ἔϲπαρκα, κτενῷ ἔκταγκα, ϲτέλλω ἔϲταλκα· πρόϲκειται. «διϲύλλαβα» διὰ τὸ ἐγερῶ ἤγερκα. ἔτι δεῖ προϲθεῖναι καὶ χωρὶϲ τῶν διϲυλλάβων τῆϲ πρώτηϲ καὶ δευτέραϲ ϲυζυγίαϲ βαρυτόνων τῶν παραληγομένων τῷ ε· ταῦτα γὰρ τρέπουϲι τὸ ε εἰϲ ο κατὰ τὸν ἐνεργητικὸν παρακείμενον παρὰ τοῖϲ Ἀθηναίοιϲ οἷον λέγω λέξω λέλεχα κοινῶϲ καὶ λέλοχα Ἀττικῶϲ, πλέκω πλέξω πέπλεξα κοινῶϲ καὶ πέπλοχα Ἀττικῶϲ, ϲτέφω ϲτέψω ἔϲτεφα κοινῶϲ καὶ ἔϲτοφα Ἀττικῶϲ, πέμπω πέμψω πέπεμφα κοινῶϲ καὶ πέπομφα Ἀττικῶϲ, ϲτρέφω ϲτρέψω ἔϲτρεφα κοινῶϲ καὶ ἔϲτροφα Ἀττικῶϲ, βρέχώ βρέξω βέβρεχα βέβρεχα κοινῶϲ καὶ βέβροχα Ἀττικῶϲ. πρόϲκειται διϲύλλαβα διὰ τὸ ἐλέγχω ἐλέγξω ἤλεγχα.