Ancient Greek
437.572a to 437.576
Aelius Herodianus, Περὶ παθῶν 437.572a-576
Not analysed yet
572a. Theogn. 45, 20: τὸ τραπεζείτηϲ ἐπὶ τοῦ κυνόϲ, ἐπεὶ ἀπὸ τοῦ τραπεζεύϲ παρῆκται, διὰ τῆϲ ει γράφεται· τοῦτο δὲ παῤ Ἰβύκῳ εὕρηται κατὰ τροπὴν τῆϲ ει διφθόγγου εἰϲ η, ὥϲ φηϲιν Ἡρωδιανὸϲ ἐν τῇ καθόλου. 573a. E. Or. 160, 6: φειδωλόϲ οἷον φευγωλόϲ τίϲ ἐϲτιν, ὁ φεύγων τὸ δοῦναι. Ἡρωδιανὸϲ ἐν τῇ ὀρθογραφίᾳ. 574a. Eustath. 287, 20: ϲημείωϲαι, ὅτι τινὰ τῶν παλαιῶν ἀντιγράφων τρέπουϲι Δωριεῖϲ Διοπείθηϲ, Εὐπείθηϲ· ὅτε δὲ εἰϲ ου ἔχει τὴν γενικήν, τρέπουϲιν οἷον παιδοτρίβηϲ παιδοτρίβου παιδοτρίβαϲ λέγουϲιν. 575. St. B. 207, 1: γήπεδον οἱ τραγικοὶ διὰ τοῦ α φαϲὶ δωρίζοντεϲ. 576. St. B. 329, 6: Ἰθώμη. τὸ ἐθνικὸν Ἰθωμαῖοϲ καὶ Ἰθωμαία καὶ Ἰθωμήτηϲ διὰ τοῦ η καὶ Δωρικῇ τροπῇ Ἰθωμάταϲ, ἀφ᾿ οὗ ὁ πολίτηϲ Ἰθωμάταϲ καὶ Ζεὺϲ Ἰθωμάταϲ.