Ancient Greek
Paragraph 437
Aelius Herodianus, Περὶ παθῶν 437.577
Not analysed yet
557. St. B. 450, 4: Μῆλοϲ: ἔϲτι καὶ κώμη Ἀκαρνανίαϲ, ἧϲ τὸ ἐθνικὸν Μηλιεύϲ καὶ διὰ τοῦ ᾱ Δωρικῶϲ. Τροιζῆνα προπαροξυτόνωϲ ἔγραψαν, οἷϲ καὶ Ἡρωδιανὸϲ ϲυνηγορεῖ ἐν τοῖϲ περὶ ταχυτῆτοϲ καὶ δηιοτῆτοϲ εἰπών, ὅτι ἡ Δωρὶϲ καὶ Αἰολὶϲ διάλεκτοϲ οὐδέποτε κατὰ γενικὴν περιττοϲύλλαβον τὸ η μετατιθέαϲιν εἰϲ ᾱ, εἰ μὴ βαρύνοιτο, Ἕλλην Ἕλλαν, Τροίζην Τροίζαν. ποιμήν δὲ κω λιμήν οὐκ ἂν ἐροῦϲι διὰ τοῦ ᾱ, ἐπεὶ ὀξυτονεῖται. ἐπὶ μέντοι μονοϲυλλάβων μετατιθέαϲι τὸ ϲφήξ καὶ μήν ϲφάξ λέγοντεϲ καὶ μάν. ϲεϲημείωται, φηϲίν, τὸ ἐϲθάϲ ὀξυνόμενον καὶ διὰ τοῦ ᾱ λεγόμενον παρὰ Πινδάρῳ ἐν Πυθιονίκαιϲ.