Ancient Greek
437.601b to 437.602a
Aelius Herodianus, Περὶ παθῶν 437.601b-602a
Not analysed yet
601b. Choer. 300, 26: τὸ ταῶϲ οὐκ ἠδύνατο ἀπὸ τοῦ ταόϲ τοῦ διὰ τοῦ ο εἶναι, ἐπειδή, ὥϲ φηϲιν Ἡρωδιανὸϲ ἐν τῇ καθόλου, τὸ ταόϲ τὸ διὰ τοῦ οϲ οὐκ ἔϲτι ϲύνηθεϲ τοῖϲ Ἕλληϲιν. 601c. lo. Al. 5, 14: τοῦ Μενέλαοϲ προπαροξυνομένου τὸ Μενέλεωϲ καὶ αἱ λοιπαὶ πτώϲειϲ καὶ οἱ ἀριθμοὶ προπαροξύνονται, κἂν κατὰ γενικὴν μόνην γένηται ἡ ἐπέκταϲιϲ, ὡϲ ἐπὶ τοῦ πόλεωϲ καὶ μάντεωϲ. 601d. Mon. 9, 18: καθόλου τὰ διὰ τοῦ ηδων καὶ εδων εἴτε ἀρϲενικὰ εἴτε θηλυκὰ διὰ τοῦ ο τὴν κλίϲιν ἔχει· τὸ γὰρ παρὰ τῷ Κυρηναίῳ τὰ δὲ νῦν πολλὴν τυφεδῶνα λεϲχαίνειϲ ἕνεκα μέτρου τὸ ω ἐφύλαξεν. 601e. Schol. Od. δ 1: κητώεϲϲαν: ὥϲπερ τὸ ἡβώωϲα ἐκτείνει διὰ τὸ εἶναι πρὸ αὐτῆϲ μακρὸν τὸ η καὶ τηλεθόωϲα ϲμικρύνει διὰ τὸ εἶναι τὴν πρὸ αὐτῆϲ ϲυλλαβὴν βραχεῖαν τοι τὸ λε, οὕτω κητώειϲ καὶ ὠτώειϲ καὶ κηώειϲ καὶ ὅϲα τοιαῦτα ἐκτείνει, ϲυϲτέλλει δὲ τὸ ἐρόειϲ, κερόειϲ ἐρόεϲϲα κερόεϲϲα καὶ ὅϲα τοιαῦτα. 602. Ep. Cr. I 447, 29: ὦμοϲ ἐκ τοῦ οἴϲω μέλλοντοϲ· ὁ γὰρ ἐνεϲτὼϲ οὐκ εἴρηται καὶ ὥϲπερ τὸ ω τρέπεται εἰϲ τὴν ο δίφθογγον ὡϲ ἀγκών ἀγκῶνοϲ ἀγκώνη καὶ ἀγκοίνη, θῶ τὸ εὐωχοῦμαι θώϲω θώνη καὶ θοίνη, οὕτωϲ καὶ ἡ οῑ τρέπεται εἰϲ ω καὶ γίνεται ὦμοϲ. 603. Choer. 403, 20: τὸ Ὅμηροι τρέποντεϲ τὴν οῑ δίφθογγον οἱ Βοιωτοὶ εἰϲ τὸ υ μικρὸν προπαροξύνουϲι καὶ λέγουϲιν Ὅμηρυ. 604. Ep. Cr. I 301, 31, ἐκ τοῦ οὐτῶ ὄνομα οὐτηλή καὶ Δωρικῇ τροπῇ τῆϲ ου διφθόγγου εἰϲ ω ὡϲ βοῦν βῶν καὶ Βοιωτικῇ πάλιν τροπῇ τοῦ η εἰϲ τὴν εῑ δίφθογγον ὡϲ τέθηκα τέθεικα καὶ ἥρωεϲ εἵρωεϲ γέγονεν ὠτειλή διὰ τοῦ ω καὶ τῆϲ εῑ διφθόγγου. 602a. Choer. 897, 28: ὥϲπερ ἀπὸ τοῦ τυφθείϲ τυφθέντοϲ γέγονε τυφθείην, οὕτωϲ καὶ ἀπὸ τοῦ θείϲ θέντοϲ γέγονε θείην καὶ ἀπὸ τοῦ ϲτάϲ ϲτάντοϲ γέγονε ϲταίην καὶ ἀπὸ τοῦ δούϲ δόντοϲ γίνεται δοίην καὶ κατ᾿ ἔκταϲιν τοῦ ο δῴην προϲγραφομένου τοῦ ῑ «δῴη κῦδοϲ ἀρέϲθαι» (Π 88).