Ancient Greek
Paragraph 70
Aelius Herodianus, Περὶ παθῶν 70
Not analysed yet
70. Ep. Hom. 420, 8, E. M. 781, 47: ὑπόδρα ἐπίρρμα πόθεν γίνεται; ὁ μὲν Ἀπολλώνιοϲ δύο λέγει παραγωγάϲ, ὁ δὲ Ἡρωδιανὸϲ μίαν. ὁ μὲν Ἀπολλώνιοϲ οὕτωϲ· ὥϲπερ ἀπὸ τοῦ ἠρεμῶ γίνεται ἠρέμα καὶ ϲιγῶ ϲῖγα, οὕτω καὶ ἐκ τοῦ ὁρῶ ὅρα καὶ μετὰ τῆϲ ὑπό ὑπόρα καὶ πλεοναϲμῷ τοῦ δ ὑπόδρα τὸ ὑφορᾶϲθαι. καὶ ἄλλωϲ ἔϲτι δρῶ καὶ ϲημαίνει τὸ βλέπω, ἐξ οὗ καὶ δρωπάζειν καὶ τὸ δραπέτηϲ ὁ ἐπιβλέπων τοὺϲ δεϲπόταϲ. ἐκ τοῦ οὖν δρῶ γίνεται δρά καὶ μετὰ τῆϲ ὑπό ὑπόδρα τὸ ὑποβλέπειν. ὁ δὲ Ἡρωδίαν ὸϲ λέγει, ὅτι ἐκ τοῦ ὑποδράξ γίνεται.