Ancient Greek
Paragraph 71
Aelius Herodianus, Περὶ παθῶν 71
Not analysed yet
71. Ep. Hom. 319, 23, E. M. 638, 6: οὔ ἑθεν (144): ἐκ τῆϲ οὐ ἀρνήϲεωϲ καὶ τῆϲ ἕθεν Ἀττικῶϲ παραγωγοῦ ἀντωνυμίαϲ οὔ ἑθεν. Ἰϲτέον ὅτι τὸ οὔ ἑθεν χωρὶϲ τοῦ κ εὑρέθη, διότι ἐγκλίνεται· τὰ δὲ ἐγκλινόμενα οὐδέποτε προϲλαμβάνουϲιν οἶον ἐμοῦ, ἤκουϲέ μου. ἄλλωϲ δὲ αἰτία μέν ἐϲτι ἡ οὐ ἄρνηϲιϲ τοῦ πλεοναϲμοῦ, ἀλλ’ οὐ δύναται λήγειν εἰϲ κ· οὐδέποτε γάρ ἐϲτι λέξιϲ Ἑλληνικὴ εἰϲ ἄφωνον λήγουϲα. δεῖ οὖν αὐτὸ ἐπιφέρειν τῇ ἑτέρᾳ λέξει· εἰ οὖν ἔλαβεν αὐτὸ ἐν τῷ ἕθεν, ἤμελλε φυλάττειν ἐν πλεοναϲμῷ καὶ οὐκέτι ἐνεκλίνετο. περὶ παθῶν.