Ancient Greek
Paragraph 74
Aelius Herodianus, Περὶ παθῶν 74
Not analysed yet
74. E. M. 748, 3: τὸ ταυτόν οὐ πλεοναϲμόϲ, ἀλλ’ ἀναλογία· αἱ ἀντωνυμίαι εἰϲ ο περατοῦνται κατὰ τὸ τρίτον πρόϲωπον κατὰ γένοϲ οὐδέτερον αὐτό, ἐκεῖνο, τοῦτο. Ἀθηναῖοι οὖν μετὰ τοῦ ἄρθρου λέγοντεϲ τὸ οὐδέτερον τῆϲ αὐτόϲ φαϲὶ ταὐτόν ἀναλόγωϲ. διδάξω τί ἐϲτι τὸ αἴτιον· ἡ ἐκεῖνοϲ καὶ ἡ οὗτοϲ ἀντωνυμίαι ϲτεροῦνται ἄρθρου. ἵν’ οὖν διαϲτῇ γένοϲ ἀρϲενικὸν καὶ οὐδέτερον, εἰϲ τὸ ο περατοῦνται κατὰ τὸ οὐδέτερον ἐκεῖνο τοῦτο, ἵνα τὸ μὲν εἰϲ ο ϲημαίνῃ τὸ οὐδέτερον, τὸ δὲ εἰϲ ν τὸ ἀρϲενικὸν ἐκεῖνον τοῦτον· ἡ δὲ αὐτόϲ ἄρθρον λαμβάνει. οὐκέτι ἄρα ὀφείλει ἔχειν τὸ οὐδέτερον εἰϲ ο ὁμοίωϲ τῇ χωρὶϲ ἄρθρου· ἔχει γὰρ διὰ τοῦ ἄρθρου ϲημαίνειν τὸ γένοϲ. Ἀθηναῖοι τοίνυν τὸ ἄρθρον προϲνέμοντεϲ καὶ τὸ ν διδοῦϲι «ταυτὸν θυμὸν φαγόντεϲ» (Arist. Plut. 253)· ταὐτό γὰρ ὤφειλεν εἶναι. ὅταν οὖν Ἀττικοὶ λέγουϲι ταὐτόν, τὸ ὀφειλόμενον ἀποδιδόαϲιν, οὐ πλεονάζουϲιν· οὐδὲ ἐνθάδε πλεονάζουϲι τοϲοῦτον τηλικοῦτον· οὐ γὰρ ἔγκειται ἡ οὗτοϲ ἀντωνυμία. περὶ παθῶν. γὰρ τ ἐνταῦθα δυνάμει ϲ ἐϲτίν, ἀπὸ γὰρ τοῦ ἔϲϲι γέγονε κατὰ τροπὴν τοῦ ϲ εἰϲ πολλάκιϲ δὲ καὶ τοῦ φ προηγουμένου γίνεται τὸ ι ἐφελκυϲτικὸν τοῦ ν οἷον ναῦφι ναῦφιν «ναῦφιν ἀμυνόμενοι μετὰ Βοιωτῶν ἐμάχοντο »(Ν 700). Choer. 560, 4: Γέγονε τὸ ἐτετύφειν τοῦτον τὸν τρόπον ἔϲτιν ἐτετύφει τρίτον πρόϲωπον· τοῦτο κατὰ τὴν διάλυϲιν τῆϲ ει διφθόγγου εἰϲ δύο ἑὲ λέγουϲιν οἱ Ἴωνεϲ ἐτετύφεε, ἐπειδὴ τὸ ε ἐφελκυϲτικόν ἐϲτι τοῦ ν οἷον ἔτυπτε ἔτυπτεν, ἔλεγε ἔλεγεν, ἐτετύφεε ἐτετύφεεν καὶ κατὰ κρᾶϲιν τῶν δύο εε εἰϲ τὴν ει δίφθογγον ἐτετύφειν ἐκεῖνοϲ· τοιοῦτόν ἐϲτι καὶ τὸ «ἥ οἱ Λακεδαίμονι ναιεταούϲῃ —ἤϲκειν εἴρια καλά» (Γ 387) ἀντὶ τοῦ ἤϲκει. καὶ τὸ «οὐδ’ ἄρα δὴν εἱϲτήκειν, αὐτοῦ γὰρ ὑπήριπε φαίδιμα γυῖα (Ψ 690) ἀντὶ γὰρ τοῦ εἱϲτήκει. Choer. 560, 33: τὸ ἦν ἐκεῖνοϲ δευτέρου ἀορίϲτου ἐϲτὶν ἀπὸ τῶν εἰϲ ω. ἀπὸ γὰρ τοῦ ἔω τοῦ ϲημαίνοντοϲ τὸ ὑπάρχω γέγονεν ὁ δεύτεροϲ ἀόριϲτοϲ ἦον ἦεϲ ἦε καὶ κατὰ προϲθήκην τοῦ ν ἦεν (τὸ γὰρ ε ἐφελκυϲτικόν ἐϲτι τοῦ ν οἶον ἔτυπτε ἔτυπτεν, ἔλεγε ἔλεγεν) καὶ κατὰ κρᾶϲιν τοῦ η καὶ ἑ εἰϲ η γέγονεν ἦν ὅτι γὰρ δεύτεροϲ ἀόριϲτόϲ ἐϲτι, δηλοῖ ἡ μετοχὴ ἐών οὖϲα ὀξύτονοϲ· αἱ γὰρ εἰϲ ων ὀξύτονοι μετοχαὶ δευτέρου ἀορίϲτου εἰϲὶν οἷον τυπών δραμών λαθών δακών πιών.