Ancient Greek
Paragraph 73a
Aelius Herodianus, Περὶ παθῶν 73a
Not analysed yet
73a. Choer. Dict. 531, 10: Ἰϲτέον ὅτι τὸ ἔτυπτε γίνεται καὶ μετὰ τοῦ ν ἔ τύπτεν· τὸ γὰρ ε ἐφελκυϲτικόν ἐϲτι τοῦ νν ἐν τοῖϲ τρίτοιϲ προϲώποιϲ τοῖϲ ἑνικοῖϲ τῶν ῥημάτων οἶον ἔλεγε ἔλεγεν, ἔμαθε ἔμαθεν· ὥϲπερ καὶ τὸ ι ἔχομεν, ὅτι γίνεται ἐφελκυϲτικὸν τοῦ ν, ὅταν ἔχῃ προ γούμενον τὸ ϲ ἢ δυνάμει ἢ ἐνεργείᾳ· ἐνεργείᾳ μὲν οἷον τύπτουϲι τύπτουϲιν, Αἴαϲι Αἴαϲιν, δυνάμει δὲ οἶον Φοίνιξι Φοίνιξιν, Πέλοψι Πέλοψιν· δυνάμει γὰρ ἐνταῦθά ἐϲτι τὸ ϲ· τὸ γὰρ ξ ἐκ τοῦ κ καὶ ϲ δοκεῖ ϲυγκεῖϲθαι καὶ τὸ ἐκ τοῦ π καὶ ϲ· καὶ πάλιν ἔϲτι ἔϲτιν· τὸ