Ancient Greek
Paragraph 78
Aelius Herodianus, Περὶ παθῶν 78
Not analysed yet
78. Ep. Hom. 421, 11: ὑπείρεχεν (Γ 21). ἔϲτι τὸ ῥῆμα ἔχω καὶ ὁ παρατατικὸϲ ἔχον ποιητικὸϲ καὶ μετὰ τῆϲ ὑπέρ προθέϲεωϲ ὑπέρεχον καὶ πλεοναϲμῷ τοῦ ι ὑπείρεχον· ὤφειλε δὲ ἐν τῷ τέλει εἶναι ὁ πλεοναϲμόϲ, ἵν’ ᾖ ὑπερίεχον, ἐπειδὴ αἱ προθέϲειϲ ἐν τῷ τέλει πλεονάζουϲι τὸ ι ὡϲ ἐν τῷ ἐν ἐνί, πρόϲ προϲί οὕτωϲ καὶ ὑπερίεχον ὤφειλεν εἶναι, ἀλλ’ ἐπειδὴ παρέπεται ταῖϲ προθέϲεϲι τὸ μέχρι τῆϲ διϲυλλαβίαϲ αὔξεϲθαι, τούτου χάριν οὐ πλεονάζει τὸ ι, ἵνα μὴ εὑρεθῇ τριϲύλλαβοϲ ἡ πρόθεϲιϲ.