Ancient Greek
Paragraph 79
Aelius Herodianus, Περὶ παθῶν 79
Not analysed yet
79. Ep. Hom. 66, 10: ἀμφὶ ἕ γινώϲκων (0 241): ἀντωνυμία νῦν ἀρϲενικὴ ὀρθοτονουμένη μεταλαμβανομένη εἰϲ ϲύνθετον· Ἀπολλόδωροϲ δὲ ψιλοῖ τὸ ε. ἀλλ’ οὐδέποτε πλεονάζει πρόθεϲιϲ τὸ εἰ γὰρ γένηται πλεοναϲμόϲ, τριϲύλλαβοϲ ἀποτελεῖται πρόθεϲιϲ, ὅπερ ἐϲτὶν ἀνέφικτον, ὡϲ δῆλον ἐκ τούτου· ἡ ὑπέρ, ἂν προϲλάβοι ἔξωθεν τὸ ι, τριϲύλλαβοϲ εἴη· διὰ τοῦτο ἔνδοθεν αὐτὸ πλεονάζει «ὑπεὶρ ἅλα» (Ψ 227 ),ἵνα δὴ οὕτω μείνῃ διϲύλλαβοϲ.