Ancient Greek
Paragraph 87
Aelius Herodianus, Περὶ παθῶν 87
Not analysed yet
87. E. M. 314, 55: ἔγωγε. ἰϲτέον ὅτι οἱ Ἀθηναῖοι τὸ ἐγῶ ἔγωγε λέγουϲι. καὶ ἔϲτιν ἕν μέροϲ λόγου. εἰ γὰρ ἦϲαν δύο μέρη λόγου, ἐγώγε ἔμελλεν εἶναι. πᾶϲα γὰρ λέξιϲ ὀξυνομένη ἐπιφερομένου ἐγκλιτικοῦ μορίου φυλάϲϲει τὴν ὀξεῖαν τάϲιν οἶον ϲοφόϲ ϲοφόϲ γε, καλόϲ καλόϲ γε, ψευδήϲ ψευδήϲ γε· οὕτωϲ οὖν καὶ ἐγώ ἐγώγε. ἀλλὰ μὴν ἔγωγε ἐϲτὶ προπαροξύτονον. καὶ δῆλον ἕν μέροϲ λόγου ἐϲτὶ τῆϲ γὲ ἐπεκτάϲεωϲ οὕϲηϲ «οὐδέ ϲ’ ἔγωγε —λίϲϲομαι» (A 173. 174) προπαροξυτόνωϲ. ἔϲτι γὰρ Ἀττικὸν ὡϲ τὸ ἔμοιγε οἷον «πάρ’ ἔμοιγε καὶ ἂλλοι, οἵ κέ με τιμήϲουϲι» (A 174. 175).