Ancient Greek
Paragraph 88
Aelius Herodianus, Περὶ παθῶν 88
Not analysed yet
88. E. M. 732, 29: ϲύγε· ἔϲτι τοῦτο δεῖξαι ἀπὸ διαλέκτου, ὅτι ἓν μέροϲλόγου ἐϲτίν, ἐπειδὴ οἱ Δωριεῖϲ τύγα λέγουϲιν· εἰ δὲ ἦϲαν δύο μέρη λόγου, οὐκ ἄν οὕτωϲ ἔλεγον· ἐπὶ γὰρ ϲυνδέϲμου οὐ τρέπουϲι τὸ ε εἰϲ α οὐδὲ γὰρ τοῦ μέν ϲυνδέϲμου ἢ τοῦ δέ τὸ ε τρέπουϲιν. ἔϲτι δὲ εἰπεῖν, ὅτι κακῶϲ λέγουϲι· καὶ γὰρ ἐπὶ ϲυνδέϲμου τρέπεται οἷον οἴκε «αἴκα μὴ θαλφθῇ λόγοιϲ» (Sophr. fr. 14 Ahrens) καὶ ἐπ’ αὐτοῦ δὲ τοῦ γέ τρέπεται οἷον «τοῦτό γα τὸ τοῦ γόγγρου τέμαχοϲ», ἀλλὰ μᾶλλον κάλλιόν ἐϲτι δεῖξαι ἀπὸ τῆϲ Ἀτθίδοϲ διαλέκτου ἕν μέροϲ λόγου· τὸ ϲύγε ἐπέκταϲιν ἔχει τὸ γε ὡϲ τὸ ἔγωγε.