Ancient Greek
Paragraph 89
Aelius Herodianus, Περὶ παθῶν 89
Not analysed yet
89. Ep. Hom. 305, 33, E. M. 613, 30: 5 γε δύο μέρη λόγου εἰϲὶν ἢ ἕν; δύο, ὁ ἄρθρον, γε ϲύνδεϲμοϲ. ἐν ϲυνθέϲει ἐϲτὶν ἢ ἐν παραθέϲει, παράλληλοϲ ϲύνταξιϲ ἐϲτὶ λέξεων ἑκάϲτηϲ τὸν ἴδιον τόνον φυλάττουϲηϲ. τὰ ἐπεκτεινόμενα διὰ τοῦ δε διὰ τοῦ γε οὐκ ἐπεκτείνονται οἷον τοῖοϲ τοιόϲδε, τοιόϲγε οὐ λέγεται, τόϲοϲ τοϲόϲδε. καὶ τὰ ἐπεκτεινόμενα διὰ τοῦ γε διὰ τοῦ δε οὐκ ἐπεκτείνονται οἶον ἐγώ ἔγωγε, ἐμοί ἔμοιγε.