Ancient Greek
Paragraph 92d
Aelius Herodianus, Περὶ παθῶν 92d
Not analysed yet
92d. Il. Pr. Α 129: δῷϲι. Ζωΐλϲ ὁ Ἀμφιπολίτηϲ καὶ Χρύϲιπποϲ ὁ Ϲτωϊκὸϲ ϲολοικίζειν οἰονται τὸν ποιητήν, ἀντὶ ἑνικοῦ πληθυντικῷ χρηϲάμενον ῥήματι· τὸ γὰρ δῷϲί φαϲι πληθυντικόν. ἀγνοοῦϲι δέ· ἔϲτι γὰρ τὸ δῷ ἑνικὸν ἐπεκτεταμένον ὡϲ τὸ λέγῃ λέγῃϲι, φέρῃ φέρῃϲι· τοιοῦτόν ἐϲτι καὶ τὸ ἐν Ὀδυϲϲείᾳ (α 168) τὸ «φῇϲιν ἐλεύϲεϲθαι» καὶ τὸ εἰϲόκε μοι μάλα πάντα πατὴρ ἀποδῷϲιν ἕεδνα» (θ 318). cf. Ο 359.