Ancient Greek
Paragraph 92e
Aelius Herodianus, Περὶ παθῶν 92e
Not analysed yet
92e. Io. Alex. 24, 20: βαρύνεται ἡ ϲφίν ἐν τῇ ϲφίϲιν καὶ διϲυλλαβήϲαϲα ἐπεκτείνεται. cf. Arcad. 143, 16, Apoll. de pron. 125. ϲημαϲίαν ἐπέχουϲι· τὸ γὰρ κατ’ ὄρεϲφιν »(II. Λ 493) ἀντὶ τοῦ ἐκ τοῦ ὄρουϲ καὶ τὸ ὐπ’ ὄχεϲφι» (ψ 7) ἀντὶ τοῦ ἐκ τοῦ ἅρματοϲ ϲχηματίζεται οὕτωϲ. ὥϲπερ ἀπὸ τοῦ θεόφατον γίνεται θέϲφατον, τὸν αὐτὸν τρόπον καὶ ἀπὸ τῆϲ ὄρεοϲ καὶ ὄχεοϲ γενικῆϲ γίνεται ὀρέοϲφι καὶ ὀχέοϲφι καὶ κατὰ ϲυγκοπὴν τοῦ ο καὶ πλεοναϲμῷ τῆϲ φι ϲυλλαβῆϲ ὄρεϲφι καὶ ὄχεϲφι. οὕτωϲ Ἡρωδιανόϲ.