Ancient Greek
Chapter 1
Aelius Herodianus, Περὶ παρωνύμων 1.5.
Not analysed yet
E. M. 387, 44 ἐτώϲιον: ἐκ τοῦ ἔω τὸ ὑπάρχω ἐτόϲ ὁ ἀληθήϲ. μετὰ τοῦ ϲτερητικοῦ α ἄετοϲ, τὸ πληθυντικὸν ἄετοι ἀετῶν ἀετώϲιοϲ καὶ ἀφαιρέϲει ἐτώϲιοϲ. κανῶν γάρ ἐϲτιν ὁ λέγων, αἱ διὰ τοῦ ιοϲ γινόμεναι παραγωγαὶ ἀπὸ γενικῆϲ τῶν πληθυντικῶν διχῶϲ ϲχηματίζονται καὶ διὰ τοῦ ϲ καὶ διὰ τοῦ ν ἡ μὲν τῶν Ῥηγίνων διάλεκτοϲ διὰ τοῦ ϲ ὡϲ ἐτώϲιοϲ. ἡ δὲ τῶν Αἰολέων διὰ τοῦ ν ὡϲ Ἑλικώνιοϲ.