Ancient Greek
2.1 to 2.6
Aelius Herodianus, Περὶ παρωνύμων 2.1-6
Not analysed yet
Arcad. 10, 24: τὰ ἀπὸ ϲυνθέτων εἰϲ οϲ παραχθέντα κατὰ τοῦ αὐτοῦ ϲημαινομένου βαρύνεται ἄπειροϲ ἀπείρων, ἀγκύλοϲ ἀγκύλων. Theogn. 28, 16: τὰ εἰϲ ων παραγωγὰ ὑπὲρ δύο ϲυλλαβὰϲ ἐκ πρωτοτύπου φωνῆϲ ἔχοντα τὴν ει δίφθογγον ταύτην φυλάττει καὶ ἐπὶ τοῦ παραγωγοῦ, Καδμεῖοϲ Καδμείων, Βακχεῖοϲ Βακχείων, Ἀργεῖοϲ Ἀργείων. Theogn. 29, 22: τὰ εἰϲ ων παρώνυμα μὴ κοινωνοῦντα θηλυκῷ γένει κατὰ τὴν φωνὴν διὰ τοῦ ω κλίνεται, Φίλων, Ἀγάθων, Μελίτων, Νίκων. πρόϲκειται «μὴ κοινωνοῦντα κτλ.» διὰ τὸ ἄπειροϲ ἀπείρων, ἀϲχήμων, εὐϲχήμων, λευχίμων, μελανείμων, χαιρήμων, p. 31, 21 κατάπυγοϲ καταπύγων, ἔγκυμοϲ ἐγκύμων. Theogn. 30, 22: Ἅβρων Ἄβρωνοϲ παρώνυμον. Theogn. 32, 30: Κελάδων παρώνυμον ἀπὸ τοῦ κέλαδοϲ; 33, 1 κόρυδοϲ Κορύδων, κίναδοϲ Κινάδων; 33, 18 καύϲων καύϲωνοϲ παρώνυμον (sc. ἀπὸ τοῦ καῦϲοϲ); 35, 4 Τίμων Ϲίμων παρώνυμα. Περὶ τῶν εἰϲ ρ. An. Ox. IV 329, 19: τὸ ἐτήρ παρὰ τὸ ἔτοϲ Ϲοφοκλῆϲ ἐτῆραϲ ἀμνοὺϲ θεοῖϲ ἔρεξ’ ἐπακτίοιϲ. γράφεται καὶ εὔειραϲ. Περὶ τῶν εἰϲ ηϲ.