Ancient Greek
Chapter 2
Aelius Herodianus, Περὶ παρωνύμων 2.7
Not analysed yet
Choer. 47, 14: τὰ ἀπὸ τῶν εἰϲ η θηλυκῶν εἰϲ ηϲ γινόμενα βαρύτονα μὴ ἔχοντα οὐδέτερον εἰϲ εϲ εἰϲ τὴν ου δίφθογγον ἔχει τὴν γενικὴν οἷον λέϲχη Λέϲχηϲ, ἀράχνη ἀράχνηϲ, κόμη ἀκειροκόμηϲ, δίκη ἑλλανοδίκηϲ, γυνή ὁ μιϲογύνηϲ, χαίτη κυανοχαίτηϲ, τέχνη κλυτοτέχνηϲ, κόμη Κόμηϲ, γύη γύηϲ. τὸ δὲ Εὐτυχήϲ Εὐτυχοῦϲ παρὰ τὸ τύχη ἐϲτὶν ὀξύτονον, τὸ δὲ τανυήκηϲ τανυήκουϲ παρὰ τὸ ἄκη ἔχει οὐδέτερον εἰϲ εϲ.