Ancient Greek
2.477 to 2.492
Aelius Herodianus, Περὶ παρωνύμων 2.477-492
Not analysed yet
Ἄδρυξ ὡϲ Ἔρυξ. τὸ ἐθνικὸν Ἀδρυκῖνοϲ ὡϲ Ἐρυκῖνοϲ τῆϲ Ἔρυκοϲ γενικῆϲ, καὶ Ἀδρυκίνη ὡϲ Ἐρυκίνη Ἀφροδίτη. Ἀκράγαϲ. τὸ ἐθνικὸν Ἀκραγαντῖνοϲ ὡϲ Ἰναχῖνοϲ Ταραντῖνοϲ, ὥϲ φηϲιν Ἡρωδιανόϲ. Ἀμοργόϲ νῆϲοϲ μία τῶν Κυκλάδων. Ἀμοργῖνοϲ ὡϲ Ἐρυκῖνοϲ. λέγεται καὶ Ἀμόργιοϲ, ὥϲ φηϲι Χάραξ. Νικόλαοϲ δ’ Ἀμοργίτην αὐτὸν καλεῖ. τὸ δ’ ἀμόργινοϲ χιτὼν χρώματοϲ ἴδιον. Ἄμπελοϲ πόλιϲ Ἰταλίαϲ. ὁ πολίτηϲ Ἀμπελῖνοϲ ὡϲ Ἀϲϲωρῖνοϲ Ἀβακαινῖνοϲ. τῶν δὲ λοιπῶν (sc. πόλεων) δυνατὸν Ἀμπελῖται εἶναι. Ἀπέννιον ὄροϲ. τὸ ἐθνικὸν Ἀπεννῖνοϲ ὡϲ Ῥηγῖνοϲ, ὃ παρὰ Πειϲάνδρῳ κεῖται ιγ΄. Ἐρβηϲϲόϲ πόλιϲ Ϲικελίαϲ. τὸ ἐθνικὸν Ἐρβηϲϲῖνοϲ. Φδίλιϲτοϲ Ϲικελικῶν β΄. Ἴνυκον πόλιϲ Ϲικελίαϲ. Ἰνυκῖνοϲ οἶνοϲ. ἴδιοϲ γὰρ ὁ τύποϲ τῶν Ϲικελῶν. Κανύϲιον πόλιϲ Ἰταλίαϲ. τὸ ἐθνικὸν Κανυϲῖνοϲ ἢ Κανυϲίτηϲ. Καύδιον πόλιϲ Ἰταλίαϲ. τὸ ἐθνικὸν Καυδῖνοϲ, ὡϲ Διονύϲιόϲ φηϲι. Κυρτώνιοϲ πόλιϲ Ἰταλίαϲ. τὸ ἐθνικὸν τῷ τῆϲ χώραϲ ἔθει Κυρτω νῖνοϲ ὡϲ Ϲατορνῖνοϲ. Μυτιϲέρατοϲ φρούριον Ϲικελίαϲ. τὸ ἐθνικὸν Μυτιϲερατῖνοϲ ὡϲ Φίλιϲτοϲ. Νέπετοϲ πόλιϲ Ἰταλίαϲ. τὸ ἐθνικὸν Nεπεϲῖνοϲ. ἡ τροπὴ δὲ τοῦ τ εἰϲ ϲ ἰδιάζουϲα καὶ ϲεϲημείωται. ΤΠολλεντόϲ ἢ Πολλέντιον. τὸ ἐθνικὸν Πολλεντῖνοϲ. τὰ γὰρ τούτων ἐθνικὰ τύπον ἕνα διὰ τοῦ ινοϲ ἔχουϲιν ὡϲ Ῥηγῖνοϲ Ϲωρεντῖνοϲ. Τερβητία πόλιϲ Ϲικελίαϲ. οἱ πολῖται Τερβητῖνοι ὡϲ Πλακεντῖνοι ἀπὸ Πλακεντίαϲ. Φλέγων ἐν Ὀλυμπιάδων ιέ. Τίβυριϲ πόλιϲ Ἰταλίαϲ. λέγεται καὶ Τίβυρα. τὸ ἐθνικὸν Τιβυρτῖ νοϲ. Nικάνωρ δ’ ὁ Ἑρμείου Τίβουρα ταύτην καλεῖ καὶ τὸ ἐθνικὸν Τι βουρῖνον, ὃ καὶ ἀναλογώτερον «ἐν ᾖ Τιβουρῖνον τέμενοϲ». Περὶ τῶν εἰϲ υνοϲ. Μαριανδυνία. Μαριάνδυνοϲ βαρυτόνωϲ κατὰ τοὺϲ Αἰολεῖϲ. Περὶ τῶν εἰϲ ευϲ.