Ancient Greek
Chapter 2
Aelius Herodianus, Περὶ παρωνύμων 2.493
Not analysed yet
Ἀβρότονον. τὸ ἐθνικὸν οὐκ ἔϲτιν ἐν χρήϲει, ἡ τέχνη δ’ ἐπινοεῖ ἐξ ὁμοιότητοϲ. ὡϲ γὰρ Ἄθμονον Ἀθμονεύϲ καὶ Γάργαρον Γαργαρεύϲ καὶ Ϲούνιον Ϲουνιεύϲ καὶ Ϲιγειεύϲ καὶ Ἰλιεύϲ καὶ Λευκωνιεύϲ καὶ Παντικαπαιεύϲ καὶ Δουλιχιεύϲ, οὕτωϲ Ἀβροτονεύϲ. ὁ δὲ τῶν οὐδετέρων τύποϲ ἔϲθ’ ὅτε τὸ ἐθνικὸν διὰ τοῦ ηνοϲ ἔχει, ὡϲ Πέργαμον Περγαμηvόϲ, εἰ μὴ ἀπὸ θηλυκοῦ τοῦ Πέργϲμοϲ ὡϲ Κύζικοϲ Κυζικηνόϲ. δυνατὸν δὲ καὶ ἐξ Ἀβροτόνου φάναι τὸ ἐθνικόν. πολλὰ γὰρ τοιαῦτα, μάλιϲτα ἐν τοῖϲ δήμοιϲ τῶν Ἀθηναίων, ὡϲ ἐξ Οἴου δημότηϲ καὶ ἐκ Κηδῶν.