Ancient Greek
ΠΕΡΙ ΤΟΝΟΥ ΤΩΝ ΕΙϹ οϲ ΟΝΟΜΑΤΩΝ.
Aelius Herodianus, Περι Καθολικης Προσῳδιας ΠΕΡΙ ΤΟΝΟΥ ΤΩΝ ΕΙϹ οϲ ΟΝΟΜΑΤΩΝ.
Not analysed yet
τούϲ ῥά ποτε ἰρονίδηϲ Ζεὺϲ ἄφθιτα μήδεα εἰδὼϲ
λεκτοὺϲ ἐκ γαίηϲ ἁλεῖϲ πόρε Δευκαλίωνι. (fr. 11 Dindorf.)
ϲφόδελον ἐν χύτραιϲι μεγάλαιϲ ἑψόμενον
ἔπειτα δ’ ἥξειϲ δῆμον ἐνδικώτατον
βροτῶν ἀπόντων καὶ φιλοξενώτατον,
Γαβίουϲ, ἵν’ οὔτ’ ἄροτρον οὔτε γατόμοϲ
τέμνει δίκελλ’ ἄρουραν, ἀλλ’ αὐτοϲπόροι
γύαι φέρουϲι βίοτον ἄφθονον βροτοῖϲ.
οὐκ ἦϲ ἀνὴρ ἄγροικοϲ οὐδὲ
ϲκαιὸϲ οὐδὲ παρὰ ϲοφοῖϲιν, οὐδὲ Θεϲϲαλὸϲ γένοϲ,
οὐδὲ Ἐρυϲιχαῖοϲ οὐδὲ ποιμήν.
πῶϲ δ’ οὐ κλύω τῆϲ οἰϲτροδονήτου κόρηϲ
τῆϲ Ἰναχείηϲ, ἣ Διὸϲ θάλπει κέαρ
οὕτ’ Ἰνάχειον ϲπέρμα τούϲ ἐμούϲ λόγουϲ.