Ancient Greek
ΠΕΡΙ ΤΩΝ ΕΙϹ ιϲ ΟΝΟΜΑΤΩΝ.
Aelius Herodianus, Περι Καθολικης Προσῳδιας ΠΕΡΙ ΤΩΝ ΕΙϹ ιϲ ΟΝΟΜΑΤΩΝ.
Not analysed yet
Ὑλλὶϲ πρόκειται χερρόνηϲοϲ ἡλίκη
μάλιϲτα Πελοπόννηϲοϲ, ὥϲ φαϲι
πεντεκαίδεκα
πόλειϲ ἔχουϲα παμμεγέθειϲ οἰκουμέναϲ.
«κεἰτα Ϲάκαϲ ἀφικνῇ καὶ Ϲιδονίουϲ καὶ Ἐρεμβούϲ,
ἔϲ τε πόλιν δούλων ἀνδρῶν νεοπλουτοπονήρων ».
ὑμετέρη τοι, τέκνα, Φορωνέοϲ ἰναχίδαο
ἀρχῆθεν γενεή· τοῦ δὲ κλυτὸϲ ἐκγένετ’ Ἇπίϲ,
ὅϲ ῥ’ Ἀπίην ἐφάτιξε καὶ ἀνέραϲ Ἀπιδανῆαϲ.
ἔϲτι δέ τιϲ νῆϲοϲ μέϲϲῃ ἁλὶ πετρήεϲϲα
μεϲϲηγὺϲ Ἰθάκηϲ τε Ϲάμοιό τε παιπαλοέϲϲηϲ,
Ἀϲτερίϲ, οὐ μεγάλη.
ἀγχιβαθὴϲ δ’ ἄρα νῆϲοϲ ἁλὸϲ κατὰ βένθοϲ Ἐρυθρῆϲ
Ὤγυριϲ, ἔνθα τε τύμβοϲ ἁλὸϲ μεδέοντοϲ Ἐρύθρα
κέκληται.
νήϲῳ ἐν Ἀβαντίδι δίῃ,
τὴν πρὶν Ἀβαντίδα κίκληϲκον θεοὶ αἰὲν ἐόντεϲ,
τὴν τότ’ ἐπώνυμον θὕβοιαν βοὸϲ ὠνόμαϲεν Ζεύϲ.